πάντας ἐνῆγε τοὺς μὲν ἐρᾶν, τοὺς δὲ χαρίζεσθαι, | 1 τό γε νῦν τὸν ἔσχατον ἐπικεῖσθαι φόβον τοὺς μὲν ἐν σωφροσύνῃ τηρεῖ, τοὺς δ’ ἀνέδην οὐκ ἐᾷ πλημμελεῖν τῆς οὐ καλῆς ἡδονῆς ὑπὸ τῆς τοῦ ζῆν ἐπιθυμίας νικωμένης. ὁπότ’ οὖν πρὸ μὲν τῶν ὀρχηστῶν
ἣν ἐξουσία τῆς ὕβρεως, ἐν ᾧ δὲ οὗτοι χρόνῳ, θάνατος τοῖς ὑβρίζουσιν ἡ δίκη, πῶς ἐξ οὑπερ ὀρχησταί, πό- λεων ἡ λύμη;
τὸ γὰρ αὐτὸ τὴν ὄρχησιν μὲν ἂν ἀπελάμπρυνε τού- τοις, τῷ θεάτρῳ δ’ ἂν ἐπηύξησε τὴν εὐωχίαν ἀλλ’ εἰ μὴ Σαπφοῦς εὐποροῦσι, διὰ τοῦτο ἀδικοῦσιν; ὥσπερ ἂν εἴ τις τὴν τῶν ἀριστέων ἀνδραγαθίαν ψέγοι τῇ τῶν σκευοφόρων φαυλότητι. ἣν δέ, οἶμαι, κάλλιον
ἐῶντα τὴν ὄρχησιν ἐπανορθοῦν τά περὶ τὸν χορὸν ἢ ταῖς κατὰ τῶν χορευτῶν αἰτίαις τὴν ὄρχησιν ἀναιρεῖν.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.