μόνοις διὰ τὸ τοὺς ἄλλους εἰδέναι δυσχερανοῦντας τὸν λόγον ποῦ τοὺς πολλοὺς καὶ καλοὺς ἐδημιούργεις λόγους; ἐν ποίαις ἀνεγίνωσκες τῶν πόλεων; τοῖς τίνων ἐμετεωρίζου κρότοις; οἶμαι μέν, οὐ Σπάρτην ἐργαστή- 1 ῥίον ἐποιήσω τῆς τέχνης οὐδὲ παρὰ τὸν Εὐρώταν ῥεῖν ἀφῆκας τοὺς λόγους, ἀλλὰ τὸν Ἑλλήσποντον ἐπῄεις, τὴν Ἰωνίαν, Πέργαμον, Σμύρναν, Ἔφεσον καὶ τὴν πρώτην τεκοῦσαν τὸ κακόν, ὧς αὐτὸς λέγεις,
Αἴγυπτον. ἐπέβης δὲ καὶ Ῥώμης, ἐν ᾗ τὸ τῆς ὀρ- χήσεως ἔντιμον.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.