οὐδέν, ἃ δ’ ἂν συνεύξαιτό τις καὶ παισὶ καὶ φίλοις, σωτῆρες πόλεων οὐκ ὀλίγοι τούτων ἐγένοντό τε καὶ ἀνεκηρύχθησαν καλλίω στέφανον τὸν ἔπαινον τοῦ ἐκ Πίσης ἀνῃρημένοι φόβῳ καὶ πειθοῖ καὶ κολάσει πρὸς τὸ δίκαιον καὶ τὸ δέον ἑκάστῳ χρησάμενοι, τῇ μὲν τὸ
ἀνίατον ἐκκόπτοντες,τῇ δὲ τὸ δυνάμενον εἴκειν ἄγοντες, τῷ δὲ τὸ μέλλον ἀσελγαίνειν κατέχοντες, οὔτε τὸ σω- φρονοῦν ἐν πενίᾳ περιορῶντες πλούτοις τε ἀδίκοις ἐμφράττοντες τὰς ὁδούς, οἶνον διωθούμενοι, τρυφὴν φεύγοντες, ὕπνου ῥώμην ἐλέγχοντες, τῇ ψήφῳ συμμα- 1 χοῦντες τῇ δίκῃ, πόλεων μεγέθη μὲν | φυλά-
ξαντες, μικρότητας δὲ μεταθέντες, ὁμοίαις χερσὶν ἁφά- μενοί τε τῆς ἀρχῆς καὶ ἀπελθόντες. τούτους οὐχ ὑπὸ 2 3 τῶν ὀρχηστῶν ἀγαθοὺς γεγενῆσθαι λέγω, φημὶ δέ γε μηδὲ κεκωλῦσθαι παρὰ τῶν ὀρχηστῶν ἀγαθοὺς γε- νέσθαι.
ἀθέατος οὐδεὶς οὔτ’ αὖ σιγῇ δέξεται τὴν παρὰ σοῦ μέμψιν, ὧς ἄρα διέφθαρται, τὴν παρά τῶν πραγμάτων αὐτῶν ἔχων μαρτυρίαν ὧς ὑγιαίνει. πρὸς Δῖός, αὐτὸς δὲ σὺ τοὺς σαυτοῦ λόγους ἡδέως ἂν δεικνύοις ἀν- θρώποις διεφθαρμένοις καὶ παρά τοῖς οὕτως ἔχουσι
θαυμάζοιο καὶ διατρίβοις ἐν πόλεσι τὰ τοιαῦτα νοσού- σαις; ἀλλ’ ἐῶ τὴν διατριβήν, πολλαὶ γὰρ ἀνάγκαι δι’ ἃς ἄν τις οὗ μὴ βούλοιτο διατρίβοι.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.