ἄνδρα δείκνυσθαι. τούτων τοίνυν, Ἀριστείδη , τῶν πρὸς ὄρχησιν οὐκ ἀηδῶς ἐσχηκότων εἰς ἀρχάς τινες κατασταθέντες πῶς ἄν, εἴπερ ἦσαν διεφθαρμένοι, μετε- χείρισαν τὰς πόλεις; βούλει σοι διέλθω; κατεφρό- νησαν μὲν ἂν θεῶν, ἐξήλασαν δ’ ἂν τὴν δίκην, παρ-
ἔβησαν δ’ ἂν τοὺς νόμους, ἀπέδοντο δ’ ἂν τὴν ψῆφον, διεξῆλθον δ’ ἂν τὸν χρόνον μετά μὲν τῶν 1 2 ἀνομωτάτων ταττόμενοι, τοῖς βελτίστοις δὲ πολεμοῦντες, χρήματα τὰ μὲν κλέπτοντες, τὰ δὲ ἁρπάζοντες, τῇ γαστρὶ χαριζόμενοι, μέθῃ προσκείμενοι, παῖδας ἐν ἴσῳ καὶ γυναῖκας ὑβρίζοντες.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.