ἐν θεάτρῳ καὶ μὴ ἔχειν αἰτίαν ὧς διαφθείρει τοὺς παρόντας, περὶ δὲ ὀρχήσεως, ἐν ᾖ πλείστη σπουδὴ μὴ παραγυμνοῦσθαι μηδαμῆ, δοξάζειν τε αὐτὸν τὰ χείρω καὶ τοὺς ἄλλους εἰς τὴν ὁμοίαν δόξαν ἄγειν;
τῶν πραγμάτων ἑξόμεθα. τί οὖν λέγει τά πράγματα; 1 2 3 μᾶλλον δὲ ἀπόκριναί μοι· ἆρά γε τὸ πόλεων ἄρχειν καὶ θεραπεύειν ἔθνος καὶ πολλοῖς ὁμοῦ πορίζειν εὐ- δαιμονίαν ψυχῆς ἐστι κακῶς ἠγμένης καὶ διεφθαρμένης καὶ μεστῆς ἡδονῶν καὶ βεβαρημένης ὑπὸ τῶν τῆς ψυχῆς νοσημάτων | ἢ τοὐναντίον πεπαιδευμένης, σώ- 4 φρονος, ἐκκεκαθαρμένης, κούφης, ὀξὺ βλεπούσης, κρείτ-
τόνος ἡδονῶν, τὸ δίκαιον ζητούσης τε ἀνδρείως καὶ ποιούσης ἰσχυρότερον ἀδικίας;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.