τὴν εὐφωνίαν ὑπὸ τῆς ἡσυχίας, ἢν καιρὸς ᾖ κινεῖσθαι; διόπερ πολλοὶ μὲν τῇ φωνῇ κρατοῦντες οὐ μετέχοντες τοῦ κινεῖσθαι καλῶς ἧττον ηὔφραναν, πολλοὶ δὲ κατὰ τὴν φωνὴν λειπόμενοι τῇ περὶ τὸ σχηματίζεσθαι πλε-
ονεξίᾳ πρὸ τῶν κρειττόνων ἐτέθησαν. εἶθ’ ὁ μὲν τὴν 2 3 Πλαγγόνα εἰσιὼν καὶ τῷ προσώπῳ καὶ τοῖς ἐσθήμασι καὶ πᾶσιν ἀπλῶς οἷς ἔνεστι τὴν γυναῖκα μιμούμενος οὐκ ἐμβάλλει τὸ θέατρον εἰς αἰσχρὰς ἡδονάς· ἐὰν δὲ ὀρχηστὴς μετενέγκῃ τὴν χεῖρα, μεστοὶ γυναικίσεως οἱ
παρόντες κατέβησαν καὶ πρὸ τούτων ἐκεῖνος ἀπῆλθε τοιοῦτος;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.