τοῖς δὲ γυναικείοις οὐκ ἐνδιδόναι. ἀλλ’ ἀφίημι τοῦτο καὶ κείσθω τὴν ἴσην ἐφ’ ἑκατέρου, τοῦ μὲν βλάβην εἷναι, τοῦ δὲ σωτηρίαν. οὐκοῦν εἰ μὲν ἢ ταῦτα ἤ ταῦτα ὅλως ἐδείκνυσαν, ἢ παντελῶς ἂν ἐζημίουν τοῖς γυναικείοις ἢ παντελῶς ἂν ὠφέλουν τοῖς ἀνδρείοις·
ἐπεὶ δὲ ἀναμίξαντες ὀρχοῦνται, τὰ μὲν ὠφελεῖν ἐπι- τήδεια φῶμεν ὑπὸ τῶν βλαβερῶν ὠφελεῖν κεκωλῦσθαι, τά δὲ βλάπτειν ἱκανὰ ταὐτὰ πάσχειν ὑπὸ τῶν ὰμει- νόνων, ὥστε τὰ μὲν ἀνωφελῆ καθίστασθαι | διὰ 1 τῶν βλαβερῶν, τά δὲ ἀβλαβῆ διὰ τῶν χρηστῶν. μήτ῾
οὖν σὺ κατηγόρει τῆς ὀρχήσεως ὡς ζημιούσης ἐγώ τἑ αὐτὴν οὐ φήσω πρὸς ἀρετὴν ἄγειν, ἀλλ’ εἶναι τὸ ἔργον αὐτῆς ὅσον εὐφρᾶναι τὸν θεώμενον. ἡ δ’ ἀζή- 2 3 μιος ἡδονὴ τοῖς εὖ φρονοῦσι περισπούδαστον καὶ οὐ τῶν ψέγεσθαι μᾶλλον ἢ τῶν ἐπαινεῖσθαι δικαίων εὐ- εὑρίσκεταί.
τοῖς ποιηταῖς συναγωνίζομαι, τοῖς δὲ κατὰ τῆς ὀρχή- σεως Ἀριστείδης καὶ ποιητὰς ἐλαύνων ἐλέγχεται, τὸν Ὅμηρον, τὸν Αἰσχύλον, τὸν Εὐριπίδην, τὸν Σοφοκλέα, τὸν Μένανδρον, πολλοὺς ἑτέρους. πῶς; ὅτι πάνΤες οὗτοι μιμοῦνται γυναῖκας καὶ τότε μάλιστα ἐπαινοῦνται,
ὅταν μάλιστα μιμῶνται καὶ τὸ πρόσφορον ἑκάστη σωθῇ. καὶ τοσούτῳ γε μᾶλλον μιμοῦνται τῶν ὀρχηστῶν, ὅσῳ λόγος συγκείμενος μείζων κινήσεως ἀφώνου. καὶ ὁ μὲν εἰς τὴν γνώμην αὐτὴν ἐμβαίνει τε καὶ ἵσταται, τοῖς δὲ ὀρχουμένοις ἀρκεῖ μὴ τῶν σχημάτων ἀπολει-
φθῆναι.
ἐξοκείλασαν εἰς ἀλλόκοτον ἔρωτα μηδ’ αὖ κωμῳδὸς τἀς παρὰ τῷ Μενάνδρῳ τικτούσας καὶ πολλὰ ἕτερα.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.