προπαθών, οὕτω μισεῖς ὥσθ’ ἴνα τὸ τούτων εἴποις κακῶς, πορνείας διώκεις τὴν οἰκουμένην, εἴ γε οἱ μὲν οὕτω πόρρω κακίας ἤλασαν, ὡς μηδ’ ἂν ὑπομεῖναι τὸν περὶ τοῦ παύσασθαι λόγον, Λακεδαιμόνιοι δέ
πολὺν ἤδη χρόνον τὴν διαφθορὰν δεξάμενοι καὶ ἀγα- πῶντες οὕτω ποιοῦσιν ἀλλότρια τῶν νόμων, ὡς μηδ’ ἂν ἐνεγκεῖν τὸ τοῦ Λυκούργου πρόσωπον παρόντος ἐξαίφνης.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.