τὸν ὀρχούμενον πεπρακέναι τὴν ὤραν. εἰ μὲν γὰρ ἕν τι καὶ τοῦτο ἦν τῶν συνιστώντων τὴν τέχνην καὶ οὐκ ἣν λαβεῖν ἐκείνην ἄνευ τοῦ τὸ σῶμα καταισχῦναι, κοινὸν ἂν ἣν κατά πάντων τῶν ἐν ὀρχήσει τοὔνειδος. εἰ δ’ ἔστι καὶ σωφρονοῦντα ὀρχηστὴν ἀγαθὸν εἶναι 1 καὶ μᾶλλόν γε ὅσῳπερ ἂν μὴ τὴν γν·ώμην ἀπὸ τῆς σπουδῆς ἐπὶ τὰς ἡδονὰς ἕλκηται, τι τὸ κεχωρισμένον τῆς τέχνης μέρος ἡγούμεθα τῆς τέχνης; οὐ γὰρ ἄξιον τὰς τῶν μετιόντων πονηρίας ἐγκλήματα ποιεῖσθαι τῶν πραγμάτων. οἶον ἤδη τις φιλοσοφῶν ἥττων ἐγένετο
χρημάτων. ἆρ’ οὖν ὑπὸ τῆς φιλοσοφίας εἰς τὸ δοῦλος εἶναι χρημάτων προήχθη; καὶ μὴν αὕτη γε ἐδίδασκε παντὸς χρυσίου καταφρονεῖν ὁπόσον εστι τε καὶ γίγνε- ται. εἰ δὲ ἡ τῆς φύσεως κακία κρείττων | ἐγέ- 2 νετο τῆς νουθεσίας, ὁ μὲν ἄθλιος, ἡ δὲ ἀρίστη.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.