Ποσειδῶνος ἴσχυε σείων τε καἲ τινάσσων ἅπαντα, τοῦτον οὕτως ἐθρήνησε κείμενον καὶ μεγαλοπρεπὲς ἐντάφιον αὐιῷ τὸν λόγον ἔδωκεν, ὥστ’ οὐκ οἷδ’ ὅ τι ἂν ἐζήτησε μεῖζον, εἰ σοφιστὴν οἰχόμενον ἐτίμα. ὅς γε καὶ τοῦτ’ αὀτὸ προσειπεῖν ἠξίωσε τὸν ὀρχηστήν.
1 2 3 4 πάνυ γάρ αὑτὸν εἴλετο καταρρυπαίνειν ἐν τοῖς ἐγ- κωμίοις τοῦ πόρνου.
τοὺς δὲ ὑπὸ πατέρων, εἰσὶ δὲ οἷς ἀντὶ τούτων ἀδελφοὶ κατέστησαν, καὶ τοὺς περὶ ταῦτα ἐσπουδακότας κατα- ρωμένους τοῖς φύλαξιν. οὐκ ἄρα ταὐτά ὁρῶμεν περὶ τοὺς νέους τῶν ὀρχηστῶν; οὖς ἀπαλλάττει τῆς τοι- αύτης φυλακῆς ὁ τοὺς κινδύνους παρελθὼν χρόνος.
δεδόσθω δὴ τοὺς οὐ φρουρουμένους ὀλισθεῖν. ἀλλ’ οὐχ οἵ γε φροντίδος τετυχηκότες ὠλισθήκασιν. οὐκοῦν ἔστιν ἐν ὀρχήσει ζῶντα σωφρονεῖν.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.