ἔστι δραμεῖν εἰς δικαστήριον οὐδ’ ἀνακραγεῖν οὐδὲ βοῆσαι τοὺς νόμους οὐδὲ δίκην ἀξιῶσαι λαβεῖν. εἰκό- τως. ἐν ᾗ γὰρ ἡμέρᾳ τὴν φύσιν ἠδίκουν, τούτων αὑτοὺς ἀπεστέρουν. ἆρ’ οὖν καὶ τὸν ὀρχηστὴν θαρ- ρῶν πατάξεις καὶ τὴν ἐσθῆτα περιρρήξας ἢ τρώσας
τὴν κεφαλὴν κελεύσεις σιγᾶν; εἴσῃ μὲν οὖν καλῶς 3 ἃ παρὰ τῶν | νόμων ἔχουσιν, ὅταν ἐκεῖνος μὲν τρέχῃ παρὰ τὸν δικαστὴν καὶ λέγειν ἔχῃ, συνοργίζων- ται δὲ τόσοι καὶ τόσοι, κολάζῃ δὲ τὸν ὑβριστὴν ὁ τῆς ψήφου κύριος. τῷ ποτ’ οὖν ἐπαρθεὶς τὴν πορνείαν
περιάπτεις τῷ γένει;
τῶν ἄκρων ἐν ταῖς πόλεσιν ἐπὶ παῖδας καὶ γυναῖκας εἰσάγεσθαι καὶ μηδαμοῦ δοῦναι χώραν αἰτίᾳ.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.