ποιεῖν; τέρπεσθαι τοῖς οὐδὲν ἀδικοῦσιν ἢ πονηρίαν τιμᾶν; καὶ τά αὐτὰ κολάζειν τε καὶ τιμᾶν; μᾶλλον δὲ τὰ μὲν ἐλάττω κολάζειν τῶν κακῶν, τά δὲ μείζω τιμᾶν, εἴ γε ὀρχησταὶ τῶν λῃστῶν χαλεπώτεροι;
τοῦτο δέ ἐστι μὴ θορυβεῖν.
ἀναμφισβητήτως ἐν τοῖς ἠδικηκόσι τετάξεσθαι, ταῦτα ἡγήσασθαι δεῖ, γραφήν, μαρτυρίαν, ἀπολογίαν, ἔλεγχον, γνῶσιν, εἰ δὲ μὴ ταῦτα, ὁμολογίαν. οὕτω τὸν δεῖνα προσερεῖς ἀνδροφόνον, οὕτω μοιχόν, οὕτω προδότην. ἄνευ δὲ τούτων ὁ καλῶν ἐλοιδόρησε. πῶς οὖν οὐ
δεινὸν ἐπὶ μὲν τῶν ἄλλων τὸν κριθέντα μέν, οὐχ ἁλόντα δὲ καθαρὸν δοκεῖν, οἶς δὲ οὐδὲ ἐπέστη κατή- γορος, τούτους ἐν τοῖς τῶν ἐξεληλεγμένων ὀνείδεσιν εἶναι καὶ τοῖς μὲν ἄλλοις μὴ εἶναι τὴν αἰτίαν βλάβην εἰς δόξαν, τοὺς δὲ μηδὲ αἰτίαν ἐν δικαστηρίῳ λαβόν-
τας ἃ τῶν ἑαλωκότων ἐστὶν ὑπομένειν;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.