λῖν τις ἰατρός, ᾧ σώζειν προείρητο παρὰ τῆς τέχνης, ἐξεπίτηδες ἀπήνεγκε τὸν νοσοῦντα. τοῦτ’ οὖν ἰατρικῆς τὸ διαφθείρειν; οὐ μὰ Δία, ἀλλὰ τὸ σώζειν. ὁ δὲ ἐγένετο κακὸς ἐν τῇ τέχνῃ. τοῦτο δὲ οὐ κακία τῆς τέχνης. οὐδὲ γάρ, εἴ τις ῥητορικὴν μανθάνων ἑται-
ῥεῖν εἴλετο οὐδ’ εἴ τις ἡνίοχος ὧν μετέδωκε τῆς ὥρας 1 2 3 4 τοῖς ἐρασταῖς, ὁ μὲν τὴν Ποσειδῶνος δωρεάν, ὁ δὲ τὴν Ἑρμοῦ διαβεβλήκασιν. ἀλλ’ οἱ μὲν κακοδαίμονες, αἰ δὲ τὰς αὑτῶν ἀρετὰς οὐκ ἀπολωλέκασι. καὶ νῦν εἰ ἔδωκέ τις αὑτὸν ὀρχηστὴς τοῖς ὑβρίζειν ἐθέλουσι,
κακὸς κακῶς ἀπόλοιτο μετὰ τῶν ἐραστῶν, αὐτὸς μὲν γὰρ οὐ καλῶς περὶ τῶν αὑτοῦ βεβούλευται, τὴν ὄρχη- σιν δὲ κακὸν οὐκ ἔστιν ὅπως ἀπέφηνεν.
μασι πάντες ἐφεξῆς ἐγένοντο τοῦ Ναρκίσσου ζηλωταὶ καὶ τούς αὑτῶν γονεῖς εὐδαίμονας καὶ τιμίους ἀπέ- δειξαν τῇ σφῶν αὐτῶν σωφροσύνῃ καὶ τὸ τῆς ἀκρα- σίας ἐν τοῖς ὀρχουμένοις ὥριστο, πολλῆς ἀνοίας, μᾶλλον δὲ μανίας τοῖς ἃ προσήκει κακῶς λέγουσιν ἐν-
ἀντιοῦσθαι· εἰ δὲ οὐ τέχναις τὸ σωφρονεῖν καὶ μὴ 5 6 διώρισται, τὸ δὲ τῆς φύσεως ὁποτέρως ἂν ἔχῃ κρατεῖ, τί τὴν ὄρχησιν ἀντὶ τῶν τρόπων μισοῦμεν;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.