τὰς Φαιάκων ναῦς ἢ τὰς τούτων στροφὰς εὐλογώτερον εἰς τάχος εἰκάσαι νοήματι καὶ πτερῷ; τό γέ τοι δι’ ἀκριβείας ὀφθῆναι τῶν δρωμένων ἕκαστον ὑπὸ τῆς ὀξύτητος ἡρπάσθη πολλάκις μεταπίπτοντος εἰς ὅ τι βούλει τοῦ σώματος. Πρωτεὺς Αἰγύπτιος μικροῦ τού-
τῶν ἕκαστος. φαίης ἂν αὐτοὺς τῇ ῥάβδῳ τῆς Ἀθηνᾶς, ἢ τὴν ἰδέαν τοῦ Ὀδυσσέως τρέπει, πάντα φαίνεσθαι, πρεσβύτας, νέους, ταπεινούς, ὑψηλούς, κατηφεῖς, ἀνει- μένους, διακόνους, δεσπότας. τὼ πόδε δὲ κἂν διερευ- 1 2 νήσαιτό τις μὴ Πέρσεως αὐτοῖς ἐνῇ πλεονέκτημα.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.