ῥᾴω καταστῆσαι; λαβὼν ἄνθρωπον ἐστερημένον [ἤ] φιλτάτων ἢ χρημάτων ἢ περιυβρισμένον ἢ πεπληγμένον 1 2 ἄγε πρὸς τὸ θέατρον, δεῖξον αὐτῷ δι’ ὀρχηστοῦ πα- λαιὰς βασιλείας καθῃρημένας καὶ κουφιεῖς. ἀπένεγκε τὴν διάνοιαν ἀπὸ τῶν τυράννων εἰς κώμους καὶ παν- ηγύρεις καὶ τάχα ὄψει τὴν κατήφειαν ἀπιοῦσαν, εἰ δὲ μὴ πᾶσαν, τὸ γοῦν πλέον. ὥστ’ οὐ πολὺ τῆς παρά
τοῦ ῥήτορος τοῖς πενθοῦσι βοηθείας ὀρχηστὴς δεύτερος.
ἄκρον ἀγαλματοποιὸν εἶξαι τῶν πρωτείων ὀρχησταῖς ἐν κρίσει τοῦ περὶ ταῦτα κάλλους. ποία γὰρ γραφή, τίς λειμὼν ἥδιον ὀρχήσεως καὶ ὀρχηστοῦ θέαμα πε- ριάγοντος εἰς ἄλση | τὸν θεατὴν καὶ κατακοιμί- 3 ζοντος ὑπὸ τοῖς δένδρεσιν ἀγέλας βοῶν, αἰπόλια,
ποίμνια καὶ τοὺς νομέας ἱστῶντος ἐπὶ φρουρᾷ τῶν θρεμμάτων τοὺς μὲν σύριγγι χρωμένους, τοὺς δὲ αὐ- 4 5 λοῦντας ἄλλον ἐν ἄλλοις ἔργοις; τίς δ’ οὐκ ἂν ἡμε- ρώτερος εἴη καὶ γυναικὶ καὶ οἰκέταις δεῖπνον αἱρού- μενος ἐπὶ τοιαύτῃ θέᾳ τῆς ἐκ τοῦ πράγματος ἡδονῆς ἐνδιαιτωμένης ἐπὶ πλεῖστον τῇ γνώμῃ; ποίοις δὲ εἰκὸς
ὀνείρασι τὸν ἐκ τούτων ἀναπαυόμενον ὁμιλήσειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοῖς ψυχαγωγίαν ἔχουσι.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.