λευτῶσι δὲ εἰς ἀκίνητον στάσιν ὥσπερ κεκολλημένοι, μετά δὲ τῆς στάσεως ἡ εἰκὼν ἀπαντᾷ. πόνος δὲ μεί- ξων ἕτερος συγκαταλῦσαι τῷ ᾄσματι. τοσοῦτος τοῦ μέτρου λόγος ἐν ὀρχησταῖς. παρ’ ὧν ἡ τέρψις ταῖς πόλεσιν ἀμιγὴς κακῶν. παλαιστὴς μέν γε πα-
λαιστὴν ἤδη κατέαξε καὶ παγκρατιαστὴς ἐν τῷ πόνῳ τὸν ὀφθαλμὸν ἐξεκόπη καὶ τὸν ἀντίτεχνον ἡνίοχος ἀνατρέψας ἀπ·ώλεσεν, ἵππου δὲ ἤδη φόνος καὶ πόλιν ὅλην διέστησε καὶ πρὸς λίθους καὶ πῦρ καὶ σφαγὰς προήγαγεν · ὄρχησις δὲ κακὸν οὐδὲν οὔτε ἔτεκεν οὔτε
μὴ τέκῃ. δικαίως. καὶ γὰρ αὐτὴν ἔτεκεν ὁ καιρῶν εἰρηνικώτατός τε καὶ φιλοπαίγμων, ὁ δρέπανα μέν ἐπὶ 2 3 4 5 βότρυς ἀιὼν, βότρυς δὲ ἐπὶ ληνούς, ἑορτὴν δὲ ποιώ τὼ Διονύσου τὸ δῶρον. διόπερ καὶ τοὔνομα τοῖς ὀρχησταἲς ἀπὸ τῶν ἐν ἀρχῇ περὶ τοὺς ὂρχους σκιρτημάτων.
δυσκολίας, τούτῳ καὶ Πριηνεύς ὀρχηστὴς σεμνύνεται. συνῆν μὲν γὰρ Ἀντιόχῳ τῷ βασιλεῖ. Πριήνην δὲ ἔλων ἐκεῖνος ᾆσμα ἐκέλευεν ὀρχεῖσθαι, τὸ δὲ ᾆσμα ἣν ἐλευθερία. τοῦ δὲ φήσαντος ἀδικήσειν, εἰ τά τοι-
αὐτὰ ὀρχοῖτο ἐν δουλευούσῃ τῇ πόλει, ποιεῖ κάλ Ἀντίοχος Πριήνην ἐλευθέραν.
τὸ τῇ πατρίδι βοηθῆσαι περὶ πλείονος ποιησάμενον τοῦ κολακεῦσαι δυνάστην φθόρον προσερεῖς; οὐκ ἄρα δόξεις ἔξω φιλονεικίας εἶναι.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.