καὶ πρός γε ἔτι προκύπτειν τοῦ προσώπου καταναγκά- ξων, ὥστε τὰς πτέρνας τοῖς ἀγκῶσι πελάζειν. ἐπειδὰν δὲ ἐργάσηται τὸ σῶμα κύκλον, ὥσπερ τινὰ λύγον, κινεῖ πρὸς δρόμον οἷα τροχόν, τὸ δὲ θεῖ. καὶ τοῖς μέλεσιν ὁ δρόμος οὐ γίνεται βλάβη. πάλαι γὰρ δὴ
πεπαίδευται τούτων ἕκαστον ὑγρὸν εἷναι μικροῦ διοι- κίζοντος ἀπ’ ἀλλήλων τοῦ παιδοτρίβου τὰ μέλη καὶ 1 τὰς συμβολάς τηροῦντός τε αὐτοῖς | ὁμοῦ καὶ 2 3 4 5 διιστάντος, ὥστε καὶ χεῖρας καὶ πόδας ὅποι τις ἂν ἄγῃ τοῦ λοιποῦ σώματος ἀκολουθεῖν, ὥσπερ, οἶμαι, κηροῦ φύσιν.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.