ἑαυτοὺς ἐπ’ αὐτὰς ἀπὸ τῶν λόγων. καὶ γὰρ τὸ πο- λιτεύεσθαι καὶ γαμεῖν καὶ καλὰ καὶ δίκαια καὶ πό- λεσιν ἀσφάλεια μεγίστη καὶ σωτηρία, ἀλλ’ ἐὰν οἷς οὔπω ταῦτα προσήκει καὶ γαμῶσι καὶ πολιτεύωνται καὶ μὴ συνᾴδῃ τὰ γιγνόμενα τῷ χρόνῳ, τὸ φύσει
καλὸν τοῦ καιροῦ στερηθὲν οὐ τοιοῦτον ἀπέβη. τῶν λόγων ὁ νέος ἔστω νῦν ὥσπερ ὁ πλέων τῆς θαλάττης, ἐπειδὰν δὲ λιμένος ἀμφότεροι λάβωνται, τότε τοῖς ἑκατέρων ἐμπόροις ὑπάρξει τοῖς ἀπὸ τῆς σκηνῆς χα- 1 2 3 4 ρίσασθαι τῇ γνώμῃ. ὁ δὲ τὸ μὴ τοῖς νέοις δεδόσθαι θεωρεῖν κατὰ τῆς ὀρχήσεως λαμβάνων παραπλήσιον ποιεῖ τῷ κακίζοντι τὴν ὄρχησιν, ὅτι τοῖς τὰ πελάγη διαβάλλουσιν οὐκ ἔστι θεωρεῖν ἐν τῷ πλεῖν.
ἴσως καὶ μείζων βοήθεια τοῖς ὀρχησταῖς ἀπὸ βελτίονος ῥήτορος· αἰσχυνοίμην δ’ ἄν, εἰ ψόγου πόρρω κατα- στήσας τὴν ὄρχησιν μὴ καὶ τῷ τῆς εὐφημίας μέρει προσήχκουσαν ἐπιδείξαιμι.
μηνύει τὴν ἐπὶ τῶν πράξεων ἀρετήν, τὰ δ’ οὐκ ἀρκέ- 6 7 8 σοντα τοῖς ἔργοις ἀπορρίπτουσιν, οὕτω δεῖ καὶ τὸν παῖδα δηλοῦν, ὡς ὕψους μὲν ἐφίξεται μετρίου, πολυ- σαρκίας δὲ οὐχ ἅψεται. δεῖ δὲ αὐτῷ καὶ αὐχένος ὀρ- θοῦ καὶ βλέμματος οὐχ ὑπτίου καὶ δακτύλων εὖ
πεφυκότων καὶ ὅλως κάλλους, ὃ πλεῖστον ἐν τοῖς τῶν θεῶν πράγμασι, μάλιστα δὴ μεταληπτέον ὀρχηστῇ.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.