καταστήσει μίμησιν. μόχθος δὲ ἀμφοῖν οὐ μικρός, τοῦ μέν, ὅπως ὑφηγήσαιτο, τοῦ δέ, ὅπως εἰσδέξαιτο. καὶ τοῦ χρόνου τὸ μὲν τὰς μελέτας ἔχει, τὸ δὲ τῶν μελετηθέντων ἔννοιαν. δεῖ γὰρ καὶ τοῦ κινεῖσθαι πε- παυμένον φυλάττειν ἐν τῇ ψυχῇ τὰ πεπονημένα. ὥστε
καὶ οὗτοι σαφῶς ἴσασιν, ὅτι τῶν πόνων πωλοῦσιν ἅπαντα οἱ θεοὶ τἀγαθά.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.