δῦναι κακῷ; νῦν δὲ οἱ μὲν ἐπέθεντο, οἱ δὲ ὐπεχώρη- σαν, ἤμυνε δὲ οὐδείς. καὶ ταῦτα πάντα ἃ διῆλθον ἣν ποτε. νῦν δ’ οὐκ ἔστιν.
γενναῖον ἐκκόψας ὀφθαλμόν. ὡς δεινὴν κατέχεε τῇς Ἀσίας ἀμορφίαν οἷον ἄλσους τὸ μήκιστον ἐκτεμὼν ἢ οἷον μορφῆς τῆς καλλίστης ῥῖνα περιτεμών. ὢ σεισμῶν ἀδικώτατε, τί τοῦτο ἔδρασας; ὢ πόλεως ἀπελθούσης. ὢ προσηγορίας εἰκῆ μενούσης. ὢ διὰ γῆς καὶ θαλάττης
ἀλγηδόνος δραμούσης. ὢ φήμης ἢ πάσης μὲν ἡλικίας, πάσης δὲ τύχης ἔσεισε τὴν καρδίαν.
Oratio 61. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.