ἀγορὰν εἶναι, θεοὶ δέ φύλακες τῆς πόλεως τοὺς νεὼς ἐξελελοίπεσαν, ἡ δέ ἐφέρετο καθάπερ ναῦς ἐρήμη. τῆς τριαίνης δέ ὁ δεσπότης κινεῖ μὲν τὴν γῆν, κυκᾷ δὲ τὴν θάλατταν. καὶ αἰ ῥίζαι τῇ πόλει οὐκέτι ἐπεπή- γεσαν, ἀλλά τοῖχοί τε τοίχοις προσέπιπτον κίονές τε
κίοσιν ὀροφαί τε κατέρρεον θεμέλιοί τε ἐξεπήδων. καὶ 4 πάντα | ἐταράττετο. ἀνεφαίνετο μὲν τὸ κρυπτό- μενον, τὸ φαινόμενον δὲ ἀπεκρύπτετο. σχήματα δὲ ἐκεῖνα καὶ ἄρθρα καὶ τὸ διὰ τῶν μερῶν συμπληρού- μενον εἶδος πάντα ἡ προσβολὴ πρὸς μίαν ἀνεμίγνυ
σύγχυσιν.
Oratio 61. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.