κώπην ἀναφέρων καὶ δίκτυον ἀφιεὶς καὶ δι’ ἀγκίστρων ἐπιβουλεύων ἰχθύσιν, ἀλλ’ ἦν δεινοτέρα γοητεῦσαι τῆς πόλεως ἡ μορφή. καὶ τυραννεύουσα τῷ κάλλει τῶν ὀμμάτων μίαν αὐτοῖς εἰργάζετο τάσιν τὴν πρὸς αὐτήν. ἴσον δέ τὸ πάθος τῷ τε πρῶτον ὁρῶντι καὶ
ὅστις ἐνεγήρα τῇ πόλει.
Oratio 61. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.