ἀνδρίας ἢ συνέσεως ἡ κτῆσις ἀμείνων, ὁπότερον δ’ ἂν κριθῇ νικᾶν, παρὰ τῷ βασιλεῖ τὸ κρατεῖν ἐστι. καίτοι ὅτε καὶ τῶν ἡρώων τοὺς ἄκρους ἴσμεν ἀπὸ θατέρου τούτοιν εἰς τὰ πρῶτα βοηθέντας, τῷ γε ἀμφότερα μεθ’ ὑπερβολῆς κεκτημένῳ τίνας εἰς ταὐτὸν ἄξιον θεῖναι;
κρὸν δὲ ἄνωθεν ἄρξασθαι βούλομαι. οὕτω γὰρ ἂν τοῦ παντὸς ἡ σκέψις ἀκριβεστέρα γένοιτο.
βανον, οἷς γὰρ ὁ βίος οὐκ ἐν ἡδονῇ, τούτοις οὐ βαρὺ τὸ τεθνάναι. βουλόμενοι δὴ δράσαντές τι καὶ παθεῖν κατα- λέγουσι μὲν ἡβηδὸν τοὺς ἄνδρας οὐδὲ τοῖς κομιδῆ νέοις ἀνεύθυνον τὴν ἀστρατείαν τάξαντες, ἀγείρουσι δὲ τὰς γυναῖκας σκευοφόρους εἶναι τῇ στρατιᾷ. ἔθνη δὲ ποικίλα
βαρβάρων πρόσοικα τὰ μὲν ἱκετείᾳ πείθουσι μετασχεῖν τῶν κινδύνων, τὰ δὲ βίᾳ καταναγκάζουσιν ἱν ὑπουργῆσαι πρὸς τὴν χρείαν, τοῖς δὲ χρυσοῦ τι πλῆθος προτεί- νουσιν, ὅς ἐκ παλαιῶν φρουρούμενος χρόνων τότε δὴ πρῶτον εἰς τοὺς ἐπικούρους ἀνηλίσκετο.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.