πᾶσαν τὴν ἐκείνῃ διερευνησάμενοι γῆν ἐρήμους μὲν ἀφεῖσαν τὰς πόλεις, πᾶν δὲ τὸ ἐν ποσὶν ἐστενοχώρουν 1 2 τῷ πλήθει, μελέτην δὲ τῇ πορείᾳ μίξαντες ἐπὶ τὸν πο- ταμὸν ἐχώρουν, ἔγνω μὲν βασιλεὺς τὸ γιγνόμενον. πῶς γάρ ἂν ἐλάνθανεν οὕτω μεγάλη κίνησις κονιορ- τοῦ μὲν εἰς αἰθέρα μέσον ἐγειρομένου, κτύπου δὲ συμ- μιγοῦς ἵππων τε καὶ ἀνδρῶν καὶ ὅπλων οὐδὲ τοὺς
πορρωτάτω καθεύδειν ἐῶντος, τῶν δὲ κατασκόπων ὄψει τὸ πρᾶγμα λαβόντων καὶ τὴν ἀγγελίαν οὐκ ἔξωθεν εἰκαζόντων, ἀλλ’ ἐκ τῆς θέας φερόντων.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.