εἰς τὰ παρόντα χρηστὴν κελεύει τοὺς ἐν τῇ φυλακῇ τῶν ὅρων ἱδρυμένους μεταχωρῆσαι τὴν ταχίστην καὶ μήτε ποταμοῦ ζευγνυμένου ταράττεσθαι μήτ’ ἀπόβασιν ἀνείργειν μήτε τειχισμὸν κωλύειν, ἀλλὰ καὶ ταφρεύειν | ἐᾶν, εἰ τοῦτο βούλοιντο, καὶ χαράκωμα βαλέσθαι 1 καὶ περισταυρῶσαι καὶ ναμάτων ἀφθονίαν προκατα-
σχεῖν καὶ τὰ τῶν χωρίων ἐπικαιρότατα προλαβεῖν. οὐ 2 3 4 γάρ, εἰ διαβάντες ἐγκαθίζοιεν, τοῦτο παρεῖχε τὸν φό- βον, ἀλλ’ εἰ τὴν πρώτην ἀποκρουσθέντες πρόφασιν εἰς φυγὴν λάβοιεν. ἔδει δὴ δελεασθῆναι τοὺς πολε- μίους τῇ τῆς ἀποβάσεως ἀδείᾳ.
τῶν περὶ Τροίαν Ἑλλήνων. ἤδη δέ διαβεβηκότων πάντα ἣν μεστά, ὄχθη ποταμοῦ, πεδίων εὖρος, ὀρῶν κορυφαί. οὐδὲν δὲ ἦν εἶδος πολεμιστήριον ὃ μὴ τὴν στρατιὰν συνεπλήρου, οὐ τοξότης, οὐχ ἱπποτοξότης, οὐ σφενδονήτης, οὐχ ὁπλίτης, οὐχ ἱππεύς, οὐχ οἱ
πανταχόθεν πεφραγμένοι. ἔτι δὲ αὐτοῖς βουλευομέ- νοις ὅπη τράπωνται βασιλεὺς ἐπιφαίνεται πᾶσαν Ὁμη- ρικὴν εἰκόνα τῇ λαμπηδόνι παρερχόμενος καὶ θέμενος τὰ ὅπλα περὶ τοῦ παντὸς ἐσκοπεῖτο.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.