ὡς πρὶν φανῆναι τοῖς στασιάζουσι τὴν μανίαν ἔσβεσεν; ἀλλ’ ὡς τὸν πορθμὸν διέπλευσεν ὥσπερ θείᾳ νεφέλῃ 1 2 3 κεκαλυμμένος; ἀλλ’ ὧς τοὺς ἐν αἰτίᾳ μετεχειρίσατο; ἀλλ’ ὧς τοὺς ἀνεγκλήτους διέκρινεν; ἀλλ’ ὧς οὐδένα μὲν διέφθειρε, τοὺς δὲ κακουργοῦντας ἐσωφρόνισεν; ἀλλ’ ὧς ἐξουσίαν εἰς λόγον τῇ βουλῇ παρασχὼν πλεῖ- στον ἐκράτει λέγων; ἀλλά πάντα ταῦτα ἀφέντα τῶν
ἀμοιβαίων λόγων μνημονεῦσαι δίκαιον, οἷς τὸ δεινό- τατον τῆς βουλῆς κατεπάλαισεν ὀξέως; ἀλλ’ ὡς οὐκ ἔφθη καταστήσας ἐκείνοις τὰ πράγματα καὶ πρὶν ἢ λῦσαι τὴν ζώνην αὖθις ἐφειστήκει τοῖς πολεμίοις;
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.