λέως αἰτιατέον σοφίαν, ὃς ἀντὶ μὲν ἀπίστων πιστοὺς κατέστησεν, ἀντὶ δὲ ἀτάκτων εὐπειθεῖς, ἀντὶ δὲ πα- λιμβόλων βεβαίους, ἀντὶ δὲ πολεμίων συμμάχους, ἐνὶ δὲ βουλεύματι κατά τε Περσῶν ἐπορίσατο προσθήκην 1 2 καὶ τῆς Σκυθικῆς οὐ μικρὸν μέρος ἐκένωσε καὶ τοὺς συνημμένους τῇ προσηγορίᾳ ταῖς γνώμαις ἐξεπολέμω- σεν, ὥστ’ ἔμοιγε μὴ ῥᾳδίαν εἶναι τὴν κρίσιν, πότερον ἐπ’ ἀνδρίᾳ πλέον ἢ σοφίᾳ γνώμης ἄξιος θαυμάσαι.
ἔχεται. τοσούτου γὰρ πολέμου διαντλουμένου τῷ βασι- λεῖ στάσις ἔνδοθεν ἐξ ἀπροσδοκήτων ἐκινήθη καὶ κατ- εῖχε ταραχή τις οὐ μετρία | τὴν μεγίστην μὲν " 3 τῶν τῇδε πόλεων, τῆς δὲ ἁπασῶν μεγίστης δευτέραν. καίτοι τοῦτο ὁ μὲν ἀπλῶς σκοπῶν δυστύχημα νομιεῖ,
ὅτῳ δὲ πάρεστιν ἱκανῶς λογίζεσθαι, τῆς ἄκρας εὐτυχίας τὸ συμβεβηκὸς θήσεται. ὥσπερ γὰρ τοῖς ἀρίστοις τῶν ἰατρῶν αἰ τῶν ἀρρωστημάτων ὑπερβολαὶ λυσιτελοῦσιν ἐναποδείξασθαι παρέχουσαι τὴν τέχνην, οὕτω καὶ] τοῖς βασιλεῦσιν αἱ δυσκολίαι τῶν καιρῶν κέρδος φέρουσιν,
εἰ μέλλοιεν ὑπὸ τῆς ἐκείνων εὐβουλίας ἐπὶ τὰ βελτίω τελευτήσειν, ἐπεὶ καὶ τὸν Αἰακὸν οὐδὲν ἂν ἐκώλυσε 4 5 μέγιστον μαρτύριον δικαιοσύνης παρῃρῆσθαι, εἰ μὴ τῶν ἀέρων ἀκρασία τοὺς Ἕλληνας εἰς τὴν ἐκείνου χρείαν καταστήσασα παρέσχεν ὅστις ἦν ἐπιδείξασθαι.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.