ταύτης, ὅτι τοὺς ἀγαθοὺς τῶν κυβερνητῶν ἔδωκε μι- μήσασθαι, οἳ τῆς νεὼς πολλοῖς πολλαχόθεν ταραττο- μένης πνεύμασιν ἀντέχουσιν ὁμοῦ πρὸς ἅπαντα κρείτ- τονα τῆς ζάλης παρεχόμενοι τὴν τέχνην. καὶ βασιλεύς ἐν μέσῳ στὰς πολέμου καὶ στάσεως καὶ πλήθει πραγ-
μάτων κεκυκλωμένος οὐκ ἐταράχθη τὴν ψυχὴν ὑπὸ τῆς τρικυμίας, ἀλλ’ οὕτως ἤρκεσεν ἀμφοτέροις, ὧσπερ ἂν εἰ πολλὴν ἦγεν ἀπὸ θατέρου σχολήν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.