χὴν φυλάξον ἀκίνητον, τὴν δὲ ἐκείνων δυναστείαν συγκαταλῦσον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ ὅσον ἀφο- σιώσασθαι τὴν ἔξοδον ἐποιήσαντο οὐδὲ ἐπὶ τῆς χρείας ἐθελοκακοῦντες ὤφθησαν οὐδὲ προσιόντας ἰδόντες βάρ-
βαροῖ βαρβάρους ὑπὸ τῆς ὄψεως ἀμείψαντες τὴν γνώ- μην εὐθὺς μετετάξαντο, καθάπερ πρότερον Θετταλοί, ἀλλ’ ὥσπερ ὑπὲρ τῆς οἰκείας ἀγωνιζόμενοι τῇ προθυ- μίᾳ τῶν ἔργων οὐδὲν τῶν κεκληκότων διήλλαξαν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.