τοῦτο συμβαίνοι, πολλὴν εἰσόμεθα τοῖς νικῶσι τὴν χάριν. ἐπειδὴ γὰρ οἱ μὲν λόγοι τὰ ἔργα μηνύουσιν, αἱ δὲ τῶν ἀρχόντων ἀνδραγαθίαι κέρδη τῶν ἀρχομέ- νων εἰσίν, οἶ μηδὲ ἔχοντες εἰπεῖν ὅσον πεπόνθασι δη- λοὶ δήπου πᾶσίν εἰσι μείζω λόγου παντὸς τὴν εὐτυ-
χίαν καρπούμενοι, ὥστ’ εἰ καὶ παράδοξον εἰπεῖν, ἐν τούτῳ μόνῳ τὸ νικᾶσθαι τοῦ νικᾶν λυσιτελέστερον.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.