λεῖν τὸ ἀγώνισμα καὶ ἐν μέρει πρὸς ἑκάτερον ἀπο- δοῦναι καὶ νῦν μὲν τῷ πρεσβυτέρῳ τὸ ὄφλημα διαλῦ- σαι, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἑτέραν μερίδα μετελ- θεῖν, οὐδ’ οὕτω μὲν | ἂν πρὸς τὴν ἀξίαν ἠρκέ- 1 2 3 σαμεν, οὐ μὴν τοσοῦτον ἂν ἴσως ἡττηθέντες ἀπήλθο- μὲν· ἐπεὶ δὲ ὅ τε προβαλὼν τὸν ἆθλον ἴσῳ πόθῳ κεχρημένος εἰς ἀμφοτέρους οὐ τὴν ἡμετέραν δύναμιν ἐσκέψατο μᾶλλον ἢ ὅπως ἐνὶ καιρῷ περιληφθεῖεν ἀμφό-
τεροι ὅλως τε οὐκ εἶχε καλῶς ἐπὶ τῶν ἐγκωμίων δια- σπᾶν τούς καὶ φύσει καὶ γνώμῃ καὶ ταῖς ἀρεταῖς συν- ημμένους, πῶς οὐκ ἀνάγκη τοῦ μετρίου τοσοῦτον ὑστε- ῥεῖν, ὅσονπερ ἄν, εἰ γῆν καὶ θάλατταν ἐνεχειροῦμεν ἡμέρᾳ μιᾷ μετρεῖν;
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.