ἐμαυτὸν ἐκίνουν οὐκ ἀναμένων παρ’ ἑτέρων ἀρθῆναι τὸ σύνθημα· ἐπεὶ δὲ ἔτι σκοπούμενον ἐγκατελάμβανε τοὐπίταγμα καὶ συνῆλθον γνώμη τε καὶ παράκλησις, 1 οὐκέτ’ | ᾠήθην εἶναι βουλῇ χώραν, ἀλλά τοῦ τὴν προθυμίαν εἰς ἒργον ἀγαγεῖν τὸν καιρὸν ἐφεστάναι.
ἢ πάντων ἂν ἣν ῥᾳθυμότατος, εἰ προέμενος οὕτω θαυ- μαστὴν ἀφορμὴν οὐχ ὑπὲρ τῶν πραγμάτων, ἀλλ’ ὑπὲρ 2 τῆς σιωπῆς ἐζήτουν λόγον, ἄλλως θ’ ὅτε τρί·α τὰ μέ- γιστα περιγίνεται. οὐ γὰρ μόνον τοῖς βασιλεῦσιν ὅσον ἔξεστι τοῦ γιγνομένου φυλάξομεν, ἀλλὰ καὶ αὐτοὶ δόξαν ἴσως προσληψόμεθα βελτίω καὶ τῷ τὴν ὑπόθεσιν προ- βαλόντι φιλοτιμηθῆναι παρέξομεν. ὥσπερ γὰρ ἐν τοῖς
γυμνικοῖς ἀγῶσιν εἰς τοὺς παιδοτρίβας ἔρχεταί τι τῆς ἀπὸ τῶν στεφάνων εὐκλείας, οὕτως ὁ τοῦ λόγου συν- αίτιος κοινωνεῖ τῆς ἀπ’ αὐτοῦ φιλοτιμίας.
λειπομένην τῶν πραγμάτων, τὴν δὲ τῶν πραγμάτων ἀποθαυμάζειν ὑπερβολὴν ὡς πολὺ νικῶσαν τοὺς λό- γους· ἐγὼ δέ, εἰ καὶ μηδενὶ τῶν ἔμπροσθεν τοῦτο ὑπῆρχεν εἰρημένον, πάντως ἂν τὴν παροῦσαν χρείαν εὑρεῖν ἡγοῦμαι τὸν λόγον.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.