μόνας εἶναι καὶ εἰ μηδὲ τούτων ὧν ἴσμεν ἐφιξόμεθα.
δὲ ἐγένοντο διὰ τὸ φῦναι ἐξ ἀγαθῶν. ὥσπερ γὰρ ἐπὶ τῶν καρπῶν, ἢν μέν τις εὐγενῆ τε καὶ κεκρι- 2 3 μένα καταβάλῃ τά σπέρματα, καθαράν τε καὶ εἰλικρινῆ καὶ γενναίαν ἐν περιόδοις ὡρῶν κομίζεται τὴν φοράν· ἢν δέ τις περὶ τὴν καταβολὴν ῥᾳθυμήσας ἐκ τῶν ἐπι- τυχόντων ἐκείνην ἐπὶ τὴν γῆν ἀφῇ, σώζεται τοῦ σπέρ-
μάτος τὸ κίβδηλον ἐν τοῖς φυομένοις, οὑτωσὶ δὲ καὶ ἐπὶ τῆς ἀνθρωπείας φύσεως ἡ τῶν γεννητόρων ἀρετὴ διαβαίνειν εἰς τοὺς ἐκγόνους εἴωθεν, ἐπειδὰν ἡ βα- σκανία μὴ μεῖζον ἰσχύσαι τῆς ἀγαθῆς τύχης δυνηθῇ.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.