ἴσως δ’ ἂν καὶ πλείω καὶ θειωδέστερα πρὸς βασιλι- 1 κἠν | συντελοῖ τροφήν, ὧν οἴ τε πλείονες ἄπειροι τοῖς τε ἐπισταμένοις ἐξειπεῖν οὐ θέμις ὥσπερ τι τῶν ἀπορρήτων.
τὴν παιδείαν, ὥστε ἔχειν εἰδέναι πάντας, ὧς οὐκ αὐτο- μάτου φορᾷ τύχης τέλειοι τὴν ἀρετὴν ἀπέβησαν, ἀλλὰ πρὸς ἢν πόρρωθεν ἀπηύθυνεν αὐτοὺς ὁδὸν ἡ μελέτη, ταύτην ἐπορεύθησαν.
τούτῳ χωλεύειν τὴν ἀρετὴν ἀνάγκη καθ’ ὁπότερον ἂν σπανίζοι. ὅ τε γάρ τὴν μὲν τῆς διοικήσεως μάθησιν ἔχων, τῆς δὲ τοῦ δύνασθαι λέγειν ἐστερημένος ἀγροι- κότερος ἀναφανεὶς βασιλεὺς τὴν μὲν ἀρχὴν ἰθύνειν ὠά ἀδυνατεῖ, τὸ δὲ μετὰ χαρίτων οὐκ ἔχει, ὅ τε λό-
γοις μὲν εἰς ἄκρον ὁμιλήσας, τὴν δὲ τοῦ μείζονος πράγματος ἐπιστήμην οὐ λαβὼν ὁ τοιοῦτος στωμύλος ἀποφανθεὶς εἰς μὲν ἀγοραῖον κομψότητα τὸ σεμνὸν τῆς βασιλείας κατάγει, τοῦ δὲ ἐκείνῃ προσήκοντος με- γέθους ἀπελήλαται πορρωτάτω.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.