χειρία τρόπαιον ἵστη ἢ χρημάτων ὄγκον ἐκ τῶν βασι- λείων εἰς τούς ἀρχομένους ἐξέχει ἢ δεσμωτηρίων χρό- νιος συμφορὰ φιλανθρωπίᾳ τοῦ κρατοῦντος ἐλύετο. συνελόντι δὲ εἰπεῖν, ἣ λογισμὸς ὑπὲρ ἅπασαν ἀνθρω- πίνην φύσιν ἐπὶ νοῦν ἤρχετο ἢ τὸ βουλευθὲν εἰς ἔργον
ἤγετο. ταῦτα τίνος ἀμπέλου θαλλούσης ἐν ὀνείρασιν οὐκ ἀμείνω, τίνος ὀρνίθων πτήσεως οὐκ ἰσχυρότερα σημεῖα; τίνος δρακόντων φάσματος οὐκ ἀληθέστερα πρὸς πίστιν;
ἄξιοι μὲν τῆς τοῦ σπείραντος φύσεως, ἄξιοι δὲ τῆς κοινῆς ἐλπίδος, μήτοι νομίσῃ τις ἀκούσεσθαι Πηλίου κορυφὰς καὶ Κενταύρου σῶμα διφυὲς καὶ τροφέα μιξ- άνθρωπον καὶ τροφὴν ἐξηγριωμένην, ὃ δὴ πλάσασα δωρεῖται τῷ παιδὶ τῆς Θέτιδος ἡ ποίησις οὐκ ἔχουσα
3 4 5 τὴν παρὰ τῷ Πηλεῖ τροφὴν ἀποδεῖξαι ζηλωτήν, ἀλλ’ ἐτρέφοντο μὲν οὗπερ ἐτέχθησαν, ἐν βασιλείοις ὧν οὐδέ τοῖς προπυλαίοις ὁ παραβάλλων τὸ Χείρωνος ἄν- τρον σωφρονεῖ, εἷλκον δὲ μαστὸν οὐ λυκαίνης, οἷα
καθ’ ἑτέρων ἤδη τινὲς ᾄδειν ἐτόλμησαν, ἀλλὰ πρέποντα βασιλικοῖς προσενεχθῆναι χείλεσιν, ὡς ἂν ἥμερον γέ- νεσιν ἥμερος τροφὴ διαδέξαιτο.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.