ροι βασιλεῖς ἄμφω δεξιοὶ κατὰ τὴν τέχνην λόγων μὲν τῶν Ῥωμαίοις προσηκόντων ἡγεμόνας ἐπαγαγόμενοι 1 2 τοὺς ἀρίστους τῶν τότε, βασιλικῆς δ’ ἐπιστήμης οὐ | 3 ξητήσαντες διδάσκαλον, ἀλλ’ ἐγγύθεν ἔχοντες αὐτὸν τὸν φυτεύσαντα, ὃς οὔτε φθόνῳ κρύψειν ἔμελλε τῆς ἐπιστήμης τά καίρια; τὸ γὰρ τῆς φύσεως οἰκεῖον
τοῦ νοσήματος ἰσχυρότερον, οὐτ’ ἀπειρίᾳ βλάψειν τούς ἀγομένους, οὐδεὶς γὰρ πορρωτέρω βασιλικῆς ἐμπειρίας ἤλασεν.
ἐντεῖναι καὶ βέλει σκοποῦ τυχεῖν καὶ ξίφει πλῆξαι καὶ πρὸς δόρατος ἄφεσιν ἀρκοῦσαν παρασχέσθαι τὴν δε- ξιὰν καὶ πρὸς κρυμοὺς διακαρτερῆσαι καὶ πρὸς θάλ- πους ὑπερβολὴν μηδαμῶς ἀπειπεῖν, ἔστι δὲ καὶ τού- των μὲν οὐ μικρὰ πρὸς βασιλικὴν διδαχὴν ἡ συντέ-
λεία· τοῖς δ’ οὐχ οὗτος ἣν ὅρος τῆς παιδείας.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.