ὡσπερ τὴν ἐν Τανάγρᾳ καί, νὴ Δία γε, τὴν Ὀρεσθίδι Τεγεατῶν καὶ Μαντινέων.
2 3 οὕτως ἔχοντος δυοῖν ἀνάγκη θάτερον, ἢ κρατηθέντας φυγεῖν ἢ κρατήσαντας ὅμως εὐλαβηθῆναι τὸ μέλλον. εἰ μὲν οὖν τὸ πρότερον θείημεν, καθαρῶς ἡ νίκη μεθ’ ἡμῶν ἕστηκεν· εἰ δὲ τῇ νυκτομαχίᾳ τὸ πλέον σχόντες
οὐκ ἐθάρρησαν ἐπεξελθεῖν τὰ λοιπά, πολὺ πλέον ἡ νίκη τοῦ βασιλέως γίγνεται. οἱ γὰρ τῶν μὲν συμβα- λόντων κρατήσαντες, πρὸς δὲ τὴν ἐκείνου δεξιὰν οὐκ ἀντάραντες δῆλον δήπου πᾶσιν ἐποίησαν, ὡς οὐκ ἐν τοῖς ἑπομένοις ἤ τῇ φύσει τὴν ἰσχύν ὁ βασιλεὺς
κέκτηται.
ἐξεῖναι λέγειν βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. οὐ γάρ, εἰ μᾶλλον ἑτέρων ἀγριαίνων ὀφθείη, τούτῳ βελτίων φαίνεσθαι τῶν ἄλλων ἡγεῖται, ἀλλ’ εἰ πλέον τῶν ἄλλων πρᾳότητι χαίρων μηδέν ἧτ- τον ἀπάντων κρατοίη.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.