τὰς καὶ ποιήσασθαι τὴν μάχην ἐν χερσὶν ἀπὸ τῆς φυ- γῆς ἤρξαντο. εἰς δὲ τὸν περίβολον πατακλεισθέντες οὐδ’ ὑπὲρ τοῦ τείχους ἠμύναντο, ἀλλ’ ἀπέβαλον μὲν τὸ φυλακτήριον, προσαπέβαλον δὲ καὶ τὸν ἐν ταῖς σκηναῖς πλοῦτον. οἱ δὲ ἐγκαταληφθέντες ἔπιπτον
οὐδενὶ κόσμῳ, ἐπεῖδον δὲ τὸν τοῦ βασιλέως παῖδα, τὸν τῆς ἀρχῆς διάδοχον, ἐζωγρημένον καὶ μαστιγού- μενον καὶ κεντούμενον καὶ μικρὸν ὕστερον κατακοπτό- μενον. εἰ δέ τί που καὶ δεδράκασι, κλέμμα τὸ συμβάν, οὐκ ἀνδραγαθία γεγένηται.
Ῥωμαίων εὐδαιμονίαν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.