οἷς ἐβουλεύσατο δέδεικται, εἴτε τῳ τὰ ἔργα ψιλὰ δοκι- μάζειν ἥδιον, οἶ μὲν τὸ στρατόπεδον ἐκλιπόντες ἐπὶ τὴν σχεδίαν ὥρμησαν, τῶν δὲ ἡμετέρων οἱ μὲν πε- σόντες ταῖς μὲν ψυχαῖς ἐνίκησαν, τοῖς δὲ σώμασιν ἀπεῖπον, οἱ δὲ ἐπανελθόντες οὐ πρότερον ἀπενόστησαν
πρὶν ἢ τὴν χώραν τῶν πολεμίων ἐκάθηραν. καὶ οὐ προστίθημι τοῦ χωρίου τὴν φύσιν πλείω λυπήσασαν τῆς τῶν πολεμίων ἀλκῆς οὐδ’ ὅτι Πέρσαι μὲν αὐταῖς γυναιξὶν συνήραντο τοῦ κινδύνου, τῆς δ’ ἡμετέρας στρατιᾶς τὸ κράτιστον οὐ μετέσχε τῆς μάχης.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.