λαμβάνει τὸ ταρακτικὸν τοῦ βλέμματος, ἀλλά μανίᾳ 1 2 3 πρέπειν ἡγούμενος ἐν τοῖς νοσήμασιν ἀριθμεῖ τὸ μὲν τραχὺ πρὸς τὰς συνουσίας τυραννικὸν οἰόμενος, τὸ δὲ εὐπρόσοδον τῶν τρόπων ἄρχοντος μοίρᾳ προστιθείς, μέγα φρονῶν οὐκ εἰ φόβῳ συνέχοι τὴν βασιλείαν, ἀλλ’ εἰ τῷ φίλτρῳ τῶν | ἀρχομένων φρουροῖτο, δεινὸς 4 εὐνοίᾳ μὲν ἀμοιβήν, πταίσματι δὲ νεῖμαι συγγνώμην,
φιλονεικίας κρείττων, ὀργῆς βελτίων, ἡδονῆς ἄρχων, οἴεται γὰρ προσήκειν μὴ τῶν μὲν πόλεων κρατεῖν, τοῖς δὲ τῆς ψυχῆς πάθεσιν ὑπηρετεῖν, τὸν γὰρ οὕτω διακείμενον οὐ μᾶλλον ἀξιοῖ δεσπότην ἢ δοῦλον κε-
κλῆσθαι, ἄτρωτος μὲν πρὸς σωμάτων ὥραν, ἀήττητος δὲ πρὸς θυμὸν ἄκαιρον, ὧν μὲν αὐτὸς εὑρίσκοι, τού- των τὴν βουλὴν εἰς μέσον ἄγων, τὰς δὲ τῶν πέλας συμβουλίας οὐκ αὐθαδείᾳ φαυλίζων, ἀλλ’ ἔργῳ τὸν παλαιὸν λόγον βεβαιῶν, ὧς ἄρα καὶ τοῦτο φρονήσεως
τὸ τοῖς βελτίστοις εἰδέναι τὴν ψῆφον τίθεσθαι, οὐ ῥαψῳδῶν εἰς μῆκος λόγον μάταιον, ἀλλ’ εἰς βραχύτητα ῥημάτων ὄγκον κατακλείων πραγμάτων, εἰς μὲν τὸν 5 6 τῶν ἐπιτηδείων κατάλογον οὐδένα προπετῶς ἐγγράφων, οὖς δὲ ἐγγράψειεν ἅπαξ οὐκ εἰδὼς ἐξαλείφειν οὐδ’ ἀναλίσκων χρόνῳ τὸ φίλτρον, ἀλλ’ ἐπιτείνων τῇ συνη- θείᾳ τὸν πόθον, ὑπὲρ μὲν τῶν δικαίων κινδυνεύειν
ἀοκνότατος, ἔρωτι δὲ τοῦ πλείονος ἐγεῖραι πόλεμον ἁπάντων ἀμαθέστατος, εἰς μὲν εὐποιίας ὀξύς, εἰς δέ τιμωρίας μελλητής, πενίᾳ μὲν εἰδὼς ἔλεον νεῖμαι, πλούτῳ δὲ οὐκ εἰδὼς φθόνον προσενεγκεῖν, οὐ τοῖς ἀδικήσασι κολάσεις ἀναζητῶν, τῷ δὲ πρὸς αὑτὸν ζήλῳ
τῶν ἀδικημάτων ἀποτρέπων, σωφροσύνην μὲν εἰς τοσ- οῦτον ἠσκηκώς, ὥστε καὶ τῇ προσηγορίᾳ τῆς ἀκολασίας αἰσχύνεσθαι, ἐπιορκίας δὲ τοσοῦτον ἀποστατῶν, ὥστε καὶ πρὸς τἀς εὐορκίας ἔχειν εὐλαβῶς, τὸ δὲ μὴ τὴν γαστέρα λιμῷ συνεθίζειν οὐ πόρρω τιθεὶς ἀνανδρίας,
μεγίστοις μὲν ἀεὶ κατορθώμασιν ἐγγεγραμμένος, μέγα δὲ οὐδὲν οὐδεπώποτε φθεγξάμενος, τοῖς μὲν καιροῖς ὑπακούων ὀξέως, οὐ μέντοι τὴν ὀξύτητα σὺν ταραχῇ ποιούμενος, οὐ πλήθει στρατιωτῶν εἰς τὴν νίκην θαρ- ρῶν, τῷ δὲ τῆς εὐσεβείας συνειδότι τά βελτίω προσ-
δοκῶν, οὐδὲν μὲν εἰς παρασκευῆς ἐλλείπων ἀκρίβειαν, | 7 πιστεύων δὲ τῷ θεοφιλεῖ πλέον ἢ τοῖς ὅπλοις εἰς 8 9 10 τὸ κράτος, ἐγχειρήσεως μὲν οὐδεμιᾶς ἀποκρουσθεὶς οὐδεπώποτε, ῥᾷστα δ’ ἂν ἐνεγκών, εἰ καὶ σφαλεὶς ἐτύγχανεν, οὔτε λύπη κατηφὴς οὔτε τῷ περιχαρεῖ μι- κροπρεπής, ἀλλ’ ἑκατέρου τὸ κατάδηλον ἀφελὼν ἐπὶ τοῦ μετρίου σχήματος τὸ πρόσωπον καταστήσας ἔχει,
τὰς μὲν τῶν συνόντων ἀρετὰς ἐπαινῶν, τὰ δὲ ὧς ἑτέ- ρως ἔχοντα τῇ σιωπῇ διορθούμενος, ὃ γὰρ ὑφ’ ἑτέρων ἐπιπλήξει σωφρονίζεται, τοῦτο παρὰ τοῦδε σιωπῇ τὴν διόρθωσιν δέχεται, ὥστε δι’ ὧν μὲν ἐπαινεῖ τὸ στὸν ἐμφανίζει, τῇ δ’ αὖ πρὸς τἀναντία σιωπῇ τὸ μὲν
ἁμαρτηθὲν οὐδὲν χεῖρον ἰᾶται, τὸ δὲ τοῦ φιλαιτίου διαφεύγει βαρύ, οὐκ εἰς ὕπνον καὶ ῥᾳστώνην τῆς ἡσυ- χίας διατρίβων τοὺς χρόνους, ἀλλ’ εἰς τὴν τῶν πολε- μικῶν ἄσκησιν τὰς ἀναπαύλας μεθιστὰς οὐδὲ πρὸς ψυχαγωγίαν τὴν ἀπὸ τῆς ὀρχήστρας ἀσέλγειαν ἐφελκό-
μενος, ἀλλ’ ἵππων ἁμιλλητηρίων θέᾳ τὴν ψυχὴν θήγων πρὸς ἀνδρίαν, κουφότατος μὲν ἀπάντων ἵππον ἀνα- βῆναι, τῶν δέ παρ’ Ὁμήρῳ πρὸς ἐμπειρίαν τοξικὴν ὑμνουμένων ἀκριβέστερος εἰς σκοπόν, τἀς μὲν τῶν 11 12 13 ἀρχομένων ψυχάς ἐλευθερώσας ὡς μάλιστα, μέτρον δὲ τῆς συντελείας αὐτοῖς ἀποφήνας τῆς χρείας τὸ μέτρον. τοιγαροῦν εἰς τοιοῦτον τρόπον καταστήσας τὴν ἀρχὴν μετ’ ἐξουσίας μὲν μείζονος ἢ ἐβούλετο διεβίω, μετ’
ἀσφαλείας δὲ πλείονος ἤ τῶν ἰδιωτῶν ἕκαστος.
ἂν παρείκῃ βραχέα μὲν ἐκ πολλῶν ἐκλέξαι, βραχέως δὲ περὶ αὐτῶν ἐκείνων διαλεχθῆναι.
ρίας ὅμοιον ἐπὶ τὴν τῶν πράξεων ὁμοιότητα διεβίβασε δοὺς κἀκείνας ἀδελφὰς ἀνακαλεῖν. ὥσπερ γὰρ ἐκεῖνος ἅπαντα φόβον ἐκ Περσικῆς ἐφόδου προσερχόμενον ἐπέσχεν, οὕτως οὗτος τὰ περὶ τὴν ἐσπέραν ἔθνη βάρ- βαρα πανταχόθεν περικεχυμένα τὴν ἡσυχίαν ἄγειν
κατηνάγκασε.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.