ἂν πατέρες ἐπ’ ἀκοῇ χρηστῇ; δυστυχῶν ἄρα πατέρων παῖδες ὑμεῖς. ἀλλ’ ἀνιάσεσθαι καὶ θρηνήσειν, οἴους ἔφυσαν; εἶτα λύπης τοιαύτης καὶ δακρύων αἴτιοι τοῖς γονεῦσι καθιστάμενοι θεῶν ὀργὰς οὐ δεδοίκατε; ἢ
βραχὺς ὑμῖν καὶ τούτου λόγος; μετὰ χρηστῶν γε | 1 βιώσεσθε τῶν ἐλπίδων.
οὐκοῦν ἄμεινον μὴ πεπρᾶχθαι ταῦτα οἷς αἰσχυνεῖσθε πεπραγμένοις;
δῆλον. τούτῳ δὲ κἂν μὴ κατάρα τις ἕπηται, ταὐτὸν ἡ λύπη καὶ μετὰ σιγῆς ποιεῖ. τὰς δ’ Ἐριννῦς ὥσπερ τῶν γονέων, οὕτω καὶ τούτων χρὴ νομίζειν κήδεσθαι.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.