οὐδὲ βωμοὺς ἀνατρέψομεν οὐδὲ τοὺς ἐκείνοις δυσμε- νεῖς ἀποκτενοῦμεν. γένοιτο δ’ ἄν που διδάσκαλος καὶ θαυμάζων ὥραν μαθητοῦ καὶ κελεύων τῷ δεομένῳ χαρίσασθαι. ἆρ’ οὖν καὶ τοῦτο χαριούμεθα; δεινὸν μέντ’ ἂν εἴη. ὁ γάρ τοι διδάσκαλος ἄμα τε ἐζήτησεν
ἃ μὴ χρὴ καὶ τὸ εἶναι τοῦ νέου κύριος ἀπολώλεκεν. 1 2 ἦν μὲν γὰρ ἐκ τῆς ὡφελείας κύριος, βλάπτων δὲ ἐχθρὸς ἂν εἴη. νόμος δὲ λυπεῖν τὸν ἐχθρόν, οὐκ 3 εὐφραίνειν. ὥστ’ οὐδ’ οὗτος εἰκότως | ἂν πει- θομένους εἶχε τοιαῦτα ἐπαγγέλλων ἀφ’ ὧν μισεῖ μὲν
ὑμᾶς ὁπόσον ἐν παιδαγωγοῖς, φεύγει δὲ Γῆς νεότητος τὸ σωφρονοῦν.
εἶτ’ ἄλλως οὐκ ἔχοντες τὰ τοῦ τάπητος ἐπήνεγκαν, ἴν’ εἰδῶσιν, ὧς ἢ τῶν εὐμόρφων ἀποστατέον αὐτοῖς ἢ ’κείνων ἀντειλημμένοις ἐν τοῖς διὰ τοῦ τάπητος εἶναι κακοῖς.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.