μάζετε, τῆς τῶν ἀσεβῶν ἐστε συμμορίας· εἰ δὲ τιμᾶτε, διὰ τί τοὺς τῶν ἄλλων ἐλαύνετε; ὁ γὰρ ὑμῖν οὗτοι, τοῦτ’ ἐκείνοις ἐκεῖνοι, κέρδος ἐμοὶ φέροντες ὅσονπερ οὗτοι. καὶ εἰ δὴ τῶν ὑμετέρων ὑπ’ ἄλλων τυπτο- μένων ἠδίκητ’ | ἂν ὁ θεσμός, καὶ νῦν ἠδίκηται 1 τῶν ἄλλοις ἐφεστηκότων ὑφ’ ὑμῶν ὑβριζομένων.
2 3
αὑτῶν, ἀξιόπιστος δ’ ἂν εἰκότως ὁ παιδαγωγὸς εἴη πλαττόμενος μὲν τῶν ἐνταῦθα ἐρᾶν, τὸ δὲ τοῦ νέου συμφέρον πρότερον ἄγων. οὕτω τοῖς ἡμετέροις πράγ- μασιν ἐπιζήμιον ζητεῖτε τιμωρίαν ἀνθ’ ἧς ἄξιον εὔχε- σθαι τοῖς θεοῖς ὑμᾶς ὑπὲρ ἡμῶν.
παρῴνηται λόγον εὑρήσει. ὅ τε μέγιστον ἐν παιδα- γωγῷ, φόβος ὁ κατά τῶν ἀγομένων ἀναιρεθήσεται. ἢν γὰρ ἅπτηται βλακευόντων, ἀντιβλέποντάς τε ἔξει καὶ προφέροντας τὸν τάπητα· τίς οὖν αὐτῷ δώσει τὸν ἄρ- τον; οὐδὲ γὰρ ἐπὶ τὴν τῶν ἐρίων ἐργασίαν τρέψεται,
ἥν γε οὐκ οἶδε. λείπεται δὴ προσαιτεῖν μετά δακρύων. 5 εἷθ’ ὑμᾶς ἄξιον τοιούτων αἰτίους ἀνθρώπων ὁτῳοῦν γεγενῆσθαι; καὶ οὔτε τὴν ὀργὴν τῶν ταῦτα μισούντων δεδοίκατε δαιμόνων οὔτε τὴν δύναμιν;
τούς τ’ ἐν τῇ δυνάμει ταύτῃ μὴ βλάβην ποιεῖν τῇ παρ’ ἐκείνης δόξῃ τὴν ἀπὸ τῆσδε τῆς κακίας. ἀλλὰ μηδὲ τοὺς ἡμῖν ἐχθρῶς . ἔχοντας φθόνῳ τοῦτο ποι- οῦντας εὐφραίνετε. οὖς ἀπήγγειλέ μοί τις τρυφᾶν ἐν τῇ μνήμη̣ τῇ περὶ τὸν τάπητα καὶ τὴν αἰτίαν
ἄγειν ἐπ’ ἐμὲ καὶ ἡμερότητα τὴν ἐμήν. εἰ γὰρ ἐκεῖνος, φησίν, ἤ̣δει πικρῶς κολάζειν, οὐκ ἂν ταῦτα ἡμαρτάνετο. ἐγὼ δὲ ἥδιον ἐκ | λόγων 6 ἂν παρεχοίμην εὐτάκτους τοὺς ὁμιλοῦντας ἢ γε] μετά μαστίγων καὶ διά τὸ αἰδεῖσθαι μᾶλλον ἢ διά τὸ
πλήττεσθαι.
πεποιηκότων. ὁ γὰρ ἐξὸν ἐπισχεῖν οὐ βουληθεὶς 7 κεκοινώνηκε τῆς πράξεως. ἴδει δὲ ἢ μὴ ἐπιτρέπειν ἤ κατηγοροῦντας τῶν πεπραγμένων καθαροὺς εἶναι τῆς ἀσελγείας. ὑμεῖς δὲ οὔτε τοῦτο οὔτ’ ἐκεῖνο, ὥστ’ οὐδ’ εἰ πάνυ βούλεσθε δοκεῖν μὴ μετέχειν τοῦ τάπητος,
δύνασθε.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.