λήν, ἀλλ’ ἢ γράψεται καὶ κρινεῖ καὶ διδόντα δίκην 1 ὄψεται ἢ | τοῦτο οὐ ποιῶν ἔξει παρ’ ἑαυτῷ τὼ 2 χεῖρε. οἶα πρῴην ἑωρῶμεν περὶ τῶν ἀρχόντων τοὺς δωροδοκήσαντας. ἐπέστη κατήγορος. ἐκλήθησαν μάρ- τυρες δι’ ὧν βαδίζον ἦλθεν εἰς τὸ δωμάτιον ἐκείνῳ τὸ χρυσίον. ἐφάνη. εἶτ’ ἀρνήσεως οὐκέτ’ οὔσης εἰσε-
πράττετό τε καὶ τά δοκοῦντα τοῖς νόμοις ἐπράττετο.
ἐκεῖνα μὲν φυγόντες, τυραννεῖν δὲ τῶν παιδαγωγῶν ἀξιοῦντες οὐκ ἂν ἔχοιτε λέγειν, ὡς οὐκ ἠδικήκατε, ἄλλως τε καὶ τρόπον ἀσελγέστατον ὑβρικότες, οὐκ οἶδα ὁπόθεν εἰσελθόντα τὸ πρῶτον, οἷ δὴ καὶ πρῶτον εἰσῆλ- θεν.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.