ἔχουσι ταῖς χερσὶ κατά πλευρὰν ἑκάστην νῦν μέν πλείους, νῦν δὲ ἐλάττους, ὡς ἂν εἰσηγῆται τοῦ τά- πητος τὸ μέτρον. θέντες οὖν κατὰ μέσον αὐτὸν τὸν τὰ αἴσχιστα πεισόμενον | ἀναρρίπτουσιν εἰς ὅσον 1 οἷόν τε, πολὺ δὲ τοῦτο ἔστι, σὺν γέλωτι. γέλως δὲ
2 3 τοῦτο καὶ τοῖς περιεστηκόσι τοῦ τε ἰλίγγου τοῦτον ποιοῦντος καὶ τῆς βοῆς ἢν ἀφίησι μὲν ἐν τῇ φορᾷ τῇ ἄνω, ἀφίησι δὲ ἐν τῇ κάτω. ὁ δὲ ποτὲ μὲν ἧκεν εἰς μετέωρον τὸν τάπητα καὶ σέσωσται, ποτὲ δ’ ἁμαρτὼν
αὐτοῦ χαμαί τ’ ἐστὶ κἀν τοῖς μέλεσι ζημιωθεὶς ἀπῆλ- θεν, ὧς μηδὲ κίνδυνον τῆς ὕβρεως ἀπεῖναι. καὶ τὸ δεινότατον, ὅτι κἀνταῦθα γέλως.
μή, μή τοι γε εἰς Ἑρμοῦ παρελθεῖν καὶ ταῦτα ἐμοῦ ποιμαίνοντος, ἐφ’ οὗ καὶ οὖσαν τήνδε τὴν ἀτιμίαν ἔδει πεπαῦσθαι. νῦν δ’, ὦ θεοί, οὐκ οὖσα γεγένηται καὶ κατὰ τίνων; οὐ τῶν οἰκετῶν δι‘ ὧν ἕπεται τά βιβλία, ἀλλὰ κατὰ τῶν ἐν σεμνῇ προσηγορίᾳ καὶ ὧν
δεῖ τοῖς τῶν διδασκάλων πόνοις.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.