τὰ ταῖς τῶν τρυφώντων ἐξευρημένα τέρψεσιν εἰς τὸ τῶν Μουσῶν εἰσέλκετε χωρίον καὶ δέον καὶ τοὺς ἔξω ποιοῦντάς τι τοιοῦτο φαύλους νομίζειν ἐπεισηνέγκατε τὰ ´ κείνων τῷ τῆς σοφίας τεμένει καὶ γεγένησθε τῶν ποιούντων.
1 2
ἂν εἰπεῖν, ὅτι βέλτιστοι πάντες καὶ οὐδὲν οὔτε μεῖζον οὔτε μικρὸν ἁμαρτάνοντες, ἀλλὰ κἀν τοῖς ἄρχουσι κἀν τοῖς ἀρχομένοις κἀν ταῖς βουλαῖς κἀν τοῖς δήμοις κἀν τοῖς δικάζουσι κἀν τοῖς συναγορεύουσι κἀν τοῖς ἄστεσι κἀν τοῖς ἀγροῖς κἀν τοῖς γε ποιμέσιν αὐτοῖς οἳ
προβάτοις διαλέγονται, καθ’ ἕκαστον δὴ τούτων εὕροι τις ἄν τι καὶ παρορώμενον. ἀλλ’ οὐκ ἔξεστι συνελ- θοῦσιν ἀνθρώποις δέκα ἢ πλείοσιν ἢ ἐλάττοσι χεῖρας αὐτοῖς ἐπιφέρειν καὶ τύπτειν, ἀλλ’ οὐδὲ ῥήμασι τιμω- ρεῖσθαι καὶ λοιδορίαις. ἀλλ’ ἢ κατά τοὺς νόμους ἐπεξ-
ἰέναι δεῖ τοῖς ἀδικοῦσιν ἢ τὴν ἡσυχίαν ἄγειν.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.