φαίην ἄν, πῶς γάρ ὄρον θεῶ ῥᾳδίως δίδωσι δεξιάν,
κατέχει; πῶς ἰνὶ τούτῳ τὸν εἰληφότα τετιμῆσθαι; ἡδονὴν δὲ γίγνεσθαι πατράσιν ἐντεῦθεν οὐκ ἂν ἀρνη- θείην. ἔχει δὲ ἡμῖν οὐ καλὸν λόγον τοῦ κοινῇ τῇ πόλει συμφέροντος περὶ πλείονος ποιεῖσθαι τὴν ἐνίων
ἡδονήν. εἰ γὰρ εἰς ἐν τοῦτο βλέπομεν καὶ ἔν τοῦτο σκοποῦμεν, τὴν ἐνίων ἡδονήν, εἰ δὲ βελτίων ἢ χείρων, 1 2 3 4 οὐ προσεξετάσομεν, τί κωλύσει καὶ τὰς γυναῖκας αὐ- τοῖς | εἰς κοινωνίαν ἄγειν τῶν δείπνων καὶ θερα- 5 παίνας τάς τε ἄλλας καὶ τὰς ἀπὸ τῶν μυλώνων; μικρὸν γάρ εἰπεῖν ἀκολούθους, οἱ λέγοιεν, ὅτι οὕτω μάλιστ’ ἂν ἥδοιντο καὶ χάριν εἰδεῖεν καὶ τοῖς Ὀλυμ-
πί·οις χαρεῖεν, εἰ καὶ τοῖσδε μετείη τῆς εὐωχίας. ἡδονάς δὲ τὰς μὲν βελτίους ἐπαινῶ, μὴ κακῶς δὲ τὰς φαυλο- τέρας λέγειν οὐκ ἂν οἷός τ᾿ εἴην;
Oratio 53. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.