εἰ μὲν οὐ μέγα τοῦθ’ οἱ πατέρες ἡγοῦνται, τοῦ χάριν ἂν διδοῖμεν; εἰ δὲ πολλοῦ τινος ἄξιον, οὐ σφόδρα νοῦν ἐχόντων ποιοῦσι. τοὺς δὲ τοιούτους οὐκ ἐν πολλῇ σπουδῇ θετέον. ἀλλ’ ἀθυμήσουσιν οὐ καλου- μένων σφίσι τῶν υἱέων οὐκ ὄντων ἐντεῦθεν ὀνειδῶν.
ἔστι δὲ αὐτοῖς ἀθυμῆσαι λυσιτελέστερον ἀπούσης αἰ- σχύνης ἢ μετά ταύτης ἐν γέλωτι καὶ τῷ χαίρειν διάγειν.
Oratio 53. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.