ἐνδείκνυμεν βλάβην μὲν εἶναι τοῦτο τοῖς υἱέσι, βλάβην δὲ τοῖς πατράσιν, εἰ δὴ τά τῶν υἱέων καὶ τὰ τῶν πατέρων. ἡ τῶν υἱέων μὲν αἰσχύνη κακόν κακόν, ἐξ ὅτου δὲ αὐτοὶ γεγόνασιν, ἀγαθόν; ὃ δὲ ζημίαν ἔχει, πῶς 1 2 3 ἂν ἐν δίκῃ καλοῖτο τιμὴ φέρον τοῖς τιμωμένοις ἀτιμίαν; καὶ γάρτοι τινὸς ἤκουσα καλοῦ μέν τινος ἐρῶντος, οὐκ ἔχοντος δὲ καὶ τὸ διαλέγεσθαι διὰ τὸ μὴ εἶναι σχῆμα τῇ συνουσίᾳ. ἔλεγεν οὖν πρός
τε τοὺς φίλους καὶ πρὸς ἑαυτόν· ἀλλ’ ἤξει γε Ολύμπαι γυμνοῦντα μὲν ἀθλητάς, γυμνοῦντα δὲ καὶ νέον δαιτυμόνων οὐκ ὀλίγων. ἐξέσται δὲ αὐτὸν ἀπαγαγόντα βραχύ τι τῆς τραπέζης βλέπειν εἰς τὰ σκέλη τοῦ τείνοντος αὐτὸν ἡ
εἰς τὰ προκείμενα. ἀκούομεν δὲ οἶόν τι καὶ Δημο- σθένης διηγεῖτο ἐν θιάσοις καὶ πεπωκόσιν ἀνθρώποις στρέφεσθαι νέον καὶ ὅτι μεγίστῳ τούτῳ κατὰ τῶν Αἰσχίνῃ βεβιωμένων κέχρηται μαρτυρίῳ.
Oratio 53. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.