τι τῶν οὐ καλῶς ἐχόντων, ἀλλ’ ὡς ἀριστήσων καὶ μεστὸς οἴνου καὶ κρεῶν ἐσόμενος. καὶ πάντες οἱ θεώ- μενοι τοῦτ’ ἴσασι [ὅτι ἀριστήσων], τό τε τῆς αἰδοῖς τῆς οὔσης ἐν αὐτοῖς οὐκέθ’ ὅσον πρότερον, ἐπανερχο- μένων δὲ οὐδ’ ὅλως, ἒἰσὶ εἰσὶ καταγέλαστοι διαφέρον-
τες ἀσκῶν τοσοῦτον ὅσον ἐκεῖνοι μὲν οὔτε φθέγγονται οὔτε ἀσχημονοῦσι. τούτοις δὲ οὔτ᾿ ἠρεμεῖν ἡ γλῶττα δύναται καὶ γέλως ἡ ταύτης πλάνη. καὶ μάχη μὶν ἔτι φερομένου πρὸς ὕπνον, ἐλθόντος δὲ ἧττα, καὶ πρὸ 1 2 3 τῆς νυκτὸς ἡ νύξ. τίνας οἴει γίγνεσθαι, βασιλεῦ, τοὺς ὑπηκόους τοιαῦτα θεωμένους; πῶς ἂν σωφρονοῖεν ὑπὸ μεθυόντων ἀρχόμενοι; τίνας μὲν τῶν τοιούτων εἰκὸς εἶναι τοὺς λόγους ἑστιωμένων; τί δ’ αὐτοῖς ἄρρητον μεμένηκε;
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.